Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.292 Joseph. AJ 18.297 (English) >>Joseph. AJ 18.302

18.295μεγάλα δὲ εἶναι τὰ προδεδωρημένα καὶ περαιτέρω τοῦ θράσει χρωμένου τῶν ἐλπίδων· καὶ γὰρ εἰ τῆς σῆς ἐλάττονα γέγονεν δυνάμεως, τῆς γʼ ἐμοῦ τοῦ εἰληφότος διανοίας τε καὶ ἀξιώσεως μείζονα.” 18.296καὶ Γάιος ἐκπλαγεὶς τὴν ἀρετὴν αὐτοῦ πλειόνως ἐνέκειτο εἰπεῖν, τι χαρίζοιτʼ ἂν αὐτῷ παρασχόμενος. δέ, “ἐπεί περ, δέσποτα, προθυμίᾳ τῇ σῇ δωρεῶν ἄξιον ἀποφαίνεις, αἰτήσομαι τῶν μὲν εἰς ὄλβον φερόντων οὐδὲν διὰ τὸ μεγάλως με ἐνδιαπρέπειν οἷς ἤδη παρέσχες· 18.297 τι δʼ ἂν σοὶ δόξαν προσποιοῖ τοῦ εὐσεβοῦς καὶ τὸ θεῖον σύμμαχον ἐφʼ οἷς θελήσειας παρακαλοῖ κἀμοὶ πρὸς εὐκλείας γένοιτο παρὰ τοῖς πυνθανομένοις, ὡς μηθενὸς ὧν χρησαίμην ὑπὸ τῆς σῆς ἐξουσίας ἀτυχεῖν πώποτε γνόντι· ἀξιῶ γάρ σοι τοῦ ἀνδριάντος τὴν ἀνάθεσιν, ἣν ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τὸ Ἰουδαίων ἱερόν, μηκέτι πράσσειν διανοεῖσθαι.” 18.298

Καὶ μὲν καίπερ ἐπικίνδυνον τοῦτο ἡγούμενος, εἰ γὰρ μὴ πιθανὰ ἔκρινε Γάιος, οὐδὲν ἄλλο ἐς θάνατον ἔφερεν, διὰ τὸ μεγάλα νομίζειν τε καὶ εἶναι κύβον ἀναρριπτεῖν τὸν ἐπʼ αὐτοῖς ἡγεῖτο. 18.299Γάιος δὲ καὶ ἅμα τε τῇ θεραπείᾳ τοῦ Ἀγρίππου ἀνειλημμένος καὶ ἄλλως ἀπρεπὲς ὑπολαμβάνων ἐπὶ τοσῶνδε μαρτύρων ψευδὴς γενέσθαι περὶ ὧν προθύμως ἐβιάζετο αἰτεῖσθαι τὸν Ἀγρίππαν μετὰ τοῦ ὀξέος μεταμέλῳ χρώμενος,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.292 Joseph. AJ 18.297 (English) >>Joseph. AJ 18.302

Powered by PhiloLogic